Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 47.76 Dem. 47.79 (English) >>Dem. 47.82

47.78ὡς μὲν τοίνυν ὡμολόγησε καὶ ἀνεβάλετό μοι τὴν ὑπερημερίαν, μεμαρτύρηται ὑμῖν· ὡς δὲ ἐτριηράρχουν, συντριήραρχός μοι μεμαρτύρηκεν, καὶ ὡς ναῦς στρατηγὶς κατεσκευάσθη Ἀλκιμάχῳ. ὥστʼ οὐκ ἦν αὐτῷ δήπου ὑπερήμερος ἀναβαλομένῳ μοι, ἔτι δὲ καὶ ἐκτίνων. ἀλλὰ δεινὴ πλεονεξία τοῦ τρόπου, ἄνδρες δικασταί, περὶ τὸ πλέον καὶ τὸ ἔλαττον. καὶ εὖ ᾔδεσαν ὅτι, εἰ μὲν τὴν ἄνθρωπον παραδώσουσιν, ἐξελεγχθήσονται ψευδῆ ἐγκαλέσαντες, εἰ δὲ μὴ παραδώσουσιν ἣν ἐμαρτύρησαν ὡς οὗτος ἤθελε παραδιδόναι, ψευδομαρτυρίων ἁλώσονται. 47.79δέομαι δʼ ὑμῶν, ἄνδρες δικασταί, εἴ τις ἄρα τῶν τότε δικαζόντων τυγχάνει ὢν ἐν τῷ δικαστηρίῳ, τοῖς αὐτοῖς χρήσασθαι ἤθεσιν οἷσπερ καὶ τότε, καὶ εἰ μὲν μαρτυρία πιστὴ ὑμῖν ἔδοξεν εἶναι καὶ ἐγὼ φεύγειν τὸν ἔλεγχον τὸν ἐκ τῆς ἀνθρώπου, νῦν ἐξελεγχομένων αὐτῶν ψευδῆ μεμαρτυρηκότων καὶ οὐ παραδιδόντων τὴν ἄνθρωπον βοηθῆσαί μοι, εἰ δʼ ἐμοὶ ὠργίσθητε ὅτι ἐνεχυράσων ἦλθον ἐπὶ τὴν οἰκίαν τὴν τοῦ Θεοφήμου, καὶ τούτοις νῦν ὀργισθῆναι ὅτι ἐπὶ τὴν ἐμὴν ἦλθον. 47.80καὶ ἐγὼ μὲν ὑπὸ νόμων καὶ ψηφισμάτων ἀναγκαζόμενος, πρόνοιαν ἐποιησάμην τοῦ μήτε ἐπὶ τὸν πατέρα τὸν τούτου εἰσελθεῖν μήτε ἐπὶ τὴν μητέρα, μήτε τῶν τοῦ ἀδελφοῦ λαβεῖν μηδέν, ἀλλʼ οὗ αὐτὸς ᾤκει Θεόφημος· καὶ ἐπειδὴ οὐ κατέλαβον αὐτὸν ἔνδον, οὐχ ἁρπάσας ᾠχόμην οὐδέν, ἀλλὰ μετελθεῖν ἐκέλευσα αὐτόν, καὶ παρόντος, οὐκ ἀπόντος, τὴν ἐνεχυρασίαν ἐποιησάμην, καὶ ἀφαιρούμενος ἀφῆκα, καὶ ἀνῆλθον ἐπὶ τὴν βουλὴν τοὺς κυρίους, καὶ εἰσαγγείλας καὶ ἑλὼν ἐν τῇ βουλῇ, ἀποχρῆν ἡγησάμην τὰ μὲν σκεύη ἀπολαβεῖν ἁπλᾶ, περὶ δὲ τῶν πληγῶν ἐπιτρέψαι, τῷ δὲ τιμήματι συγχωρῆσαι·


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 47.76 Dem. 47.79 (English) >>Dem. 47.82

Powered by PhiloLogic